Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.222 Dem. 21.226 (English) >>Dem. 22.1

21.224 δὲ τῶν νόμων ἰσχὺς τίς ἐστιν; ἆρʼ ἐάν τις ὑμῶν ἀδικούμενος ἀνακράγῃ, προσδραμοῦνται καὶ παρέσονται βοηθοῦντες; οὔ· γράμματα γὰρ γεγραμμένʼ ἐστί, καὶ οὐχὶ δύναιντʼ ἂν τοῦτο ποιῆσαι. τίς οὖν δύναμις αὐτῶν ἐστιν; ὑμεῖς ἐὰν βεβαιῶτʼ αὐτοὺς καὶ παρέχητε κυρίους ἀεὶ τῷ δεομένῳ. οὐκοῦν οἱ νόμοι θʼ ὑμῖν εἰσιν ἰσχυροὶ καὶ ὑμεῖς τοῖς νόμοις. 21.225δεῖ τοίνυν τούτοις βοηθεῖν ὁμοίως ὥσπερ ἂν αὑτῷ τις ἀδικουμένῳ, καὶ τὰ τῶν νόμων ἀδικήματα κοινὰ νομίζειν, ἐφʼ ὅτου περ ἂν λαμβάνηται, καὶ μήτε λῃτουργίας μήτʼ ἔλεον μήτʼ ἄνδρα μηδένα μήτε τέχνην μηδεμίαν εὑρῆσθαι, διʼ ὅτου παραβάς τις τοὺς νόμους οὐ δώσει δίκην.

21.226ὑμῶν οἱ θεώμενοι τοῖς Διονυσίοις εἰσιόντʼ εἰς τὸ θέατρον τοῦτον ἐσυρίττετε καὶ ἐκλώζετε, καὶ πάνθʼ μίσους ἐστὶ σημεῖʼ ἐποιεῖτε, οὐδὲν ἀκηκοότες πω περὶ αὐτοῦ παρʼ ἐμοῦ. εἶτα πρὶν μὲν ἐλεγχθῆναι τὸ πρᾶγμα, ὠργίζεσθε, προὐκαλεῖσθʼ ἐπὶ τιμωρίαν τὸν παθόντα, ἐκροτεῖθʼ ὅτε προὐβαλόμην αὐτὸν ἐν τῷ δήμῳ· 21.227ἐπειδὴ δʼ ἐξελήλεγκται, καὶ προκατέγνωκεν δῆμος τούτου εἰς ἱερὸν καθεζόμενος, καὶ τἄλλα προσεξήτασται τὰ πεπραγμένα τῷ μιαρῷ τούτῳ, καὶ δικάσοντες εἰλήχατε, καὶ πάντʼ ἐστὶν ἐν ὑμῖν μιᾷ ψήφῳ διαπράξασθαι, νῦν ὀκνήσετʼ ἐμοὶ βοηθῆσαι, τῷ δήμῳ χαρίσασθαι, τοὺς ἄλλους σωφρονίσαι, μετὰ πολλῆς ἀσφαλείας αὐτοὶ τὸ λοιπὸν διάγειν, παράδειγμα ποιήσαντες τοῦτον τοῖς ἄλλοις;

πάντων οὖν εἵνεκα τῶν εἰρημένων, καὶ μάλιστα τοῦ θεοῦ χάριν περὶ οὗ τὴν ἑορτὴν ἀσεβῶν οὗτος ἑάλωκεν, τὴν ὁσίαν καὶ δικαίαν θέμενοι ψῆφον τιμωρήσασθε τοῦτον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.222 Dem. 21.226 (English) >>Dem. 22.1

Powered by PhiloLogic